Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.76.1 Hdt. 6.77.1 (English) >>Hdt. 6.78.2

6.76.1 Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν· ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον, ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφαλίδος λίμνης· τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ, τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπʼ Ἀργείων Ἐρασῖνον καλέεσθαι· ἀπικόμενος δʼ ὦν Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ· 6.76.2 καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν, ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας, Ἀργείους μέντοι οὐδʼ ὣς χαιρήσειν. μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην, σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισι σφέας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην.

ch. 77 6.77.1 Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν· ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος, χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Ἡσίπεια οὔνομα, μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι. ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο, ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι· 6.77.2 καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον τὸ ἐπίκοινα ἔχρησε Πυθίη τούτοισί τε καὶ Μιλησίοισι, λέγον ὧδε. ἀλλʼ ὅταν θήλεια τὸν ἄρσενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
ὧς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων
δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς.”
note



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.76.1 Hdt. 6.77.1 (English) >>Hdt. 6.78.2

Powered by PhiloLogic